="http://www.w3.org/2000/svg" viewBox="0 0 512 512">

80 Reading Passages: Biblical

Biblical Reading

 

To download this assignment as a pdf, click here: AGE Readings 24b.

 

The end of Revelation.

12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ. 13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος. 14 Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος. 16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός. 17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. 18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ θεὸς τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. 20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν, ἔρχου, κύριε Ἰησοῦ. 21 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων.

Ἀποκάλυψις 22.12-21

 

ἀστήρ –έρος ὁ  star

ἀφέλῃ ~ ἀφεῖλε (aorist) < ἀφαιρέω take away

διψάω be thirsty

δωρεά -ᾶς ἡ gift

ἐάν ~ εἰ

εἰδωλολάτρης –ου ὁ servant of idols

εἰσέλθωσιν ~ εἰσῆλθον (3rd pl)

ἐπιθῇ ~ ἐπέθηκε < ἐπιτίθημι put on, add

ἵνα where, so that

κύων κυνός ὁ dog

λαμπρός –ά –όν bright, shining

μακάριος –α –ον blessed

μισθός –οῦ ὁ pay

νύμφη –ης ἡ bride

ξύλον –ου τό wood, tree

πληγή -ῆς ἡ beating, plague

πλύνω wash

πόρνος –ου ὁ sexual deviant

προφητεία –ας ἡ prophecy

πρωϊνός –ή –όν morning

πυλών -ῶνος ὁ gateway

ῥίζα –ης ἡ root

στολή –ῆς ἡ robe

φάρμακος –ου ὁ sorcerer

φονεύς –έως ὁ murderer

ψεῦδος –ους τό lying

 

License

Icon for the Creative Commons Attribution 4.0 International License

Reading Passages: Biblical by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.