="http://www.w3.org/2000/svg" viewBox="0 0 512 512">

68 Reading Passages: Classical

Classical Reading

 

To download this assignment as a pdf, click here: AGE Readings 21.

The city of Athens annually sponsored a public funeral for fallen soldiers. This particular one dates to the 390’s BCE. It was typical in this type of speech to recount a fairly standard history of Athens. One section summarizes the war between the Greeks and the Persians, nearly a century earlier. This particular passage describes how the Athenians responded to the famous battle by the Spartans at Thermopylae. When this paragraph begins, the Persian forces have just reached mainland Greece.

Ἀθηναῖοι δ’ οὕτω διακειμένης τῆς Ἑλλάδος αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπ’ Ἀρτεμίσιον ἐβοήθησαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χωρίων τὴν πάροδον οἷοί τ’ ἔσεσθαι διαφυλάξαι. γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνίκων τῇ ναυμαχίᾳ, Λακεδαιμόνιοι δέ, οὐ ταῖς ψυχαῖς ἐνδεεῖς γενόμενοι, ἀλλὰ τοῦ πλήθους ψευσθέντες καὶ οὓς φυλάξειν ᾤοντο καὶ πρὸς οὓς κινδυνεύσειν ἔμελλον, διεφθάρησαν οὐχ ἡττηθέντες τῶν ἐναντίων, ἀλλ’ ἀποθανόντες οὗπερ ἐτάχθησαν μάχεσθαι· τούτῳ δὲ τῷ τρόπῳ τῶν μὲν δυστυχησάντων, τῶν δὲ τῆς παρόδου κρατησάντων, οἱ μὲν ἐπορεύοντο ἐπὶ τήνδε τὴν πόλιν, οἱ δ’ ἡμέτεροι πρόγονοι πυθόμενοι μὲν τὴν γεγενημένην Λακεδαιμονίοις συμφοράν, ἀποροῦντες δὲ τοῖς περιεστηκόσι πράγμασιν, εἰδότες δ’ ὅτι, εἰ μὲν κατὰ γῆν τοῖς βαρβάροις ἀπαντήσονται, ἐπιπλεύσαντες χιλίαις ναυσὶν ἐρήμην τὴν πόλιν λήψονται, εἰ δὲ εἰς τὰς τριήρεις ἐμβήσονται, ὑπὸ τῆς πεζῆς στρατιᾶς ἁλώσονται, ἀμφότερα δὲ οὐ δυνήσονται, ἀμύνασθαί τε καὶ φυλακὴν ἱκανὴν καταλιπεῖν, δυοῖν δὲ προκειμένοιν, πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢ μετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετ’ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετ’ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπον ὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἵν’ ἐν μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἅμα τὰς δυνάμεις κινδυνεύσωσιν.

Lysias 2.30-33

 

Ἀθηναῖος –α –ον Athenian

ἅμα together, at the same time

ἀμύνω protect

ἀπαντάω meet (in battle)

ἀπορέω be at a loss, have no way to go Ἀρτεμίσιον –ους τό Artemesium (the site of a prolonged naval battle during the Greco-Persian Wars)

γεγενημένην ~ γενομένην

διακεῖμαι be in a certain condition

διεφθάρησαν aor. pass. < δια-φθείρω destroy, kill

διαφυλάττω guard securely

δουλεία –ας ἡ slavery

δύναμις –εως ἡ force, power

δυστυχέω have bad luck

εἰδώς –υῖα –ός knowing

ἐκλείπω leave behind

Ἕλλας –αδος ἡ Greece

Ἕλλην –ηνος ὁ Greek

ἐμβαίνω walk on, board

ἐνδεής -ές lack, need

ἐπιπλέω sail to

ἔρημος –η –ον deserted

ἐλευθερία –ας ἡ freedom

ἥττομαι be defeated

Θερμοπύλαι –ων αἱ Thermopylae

ἵνα so that, in order to

καταδουλόω enslave

καταλείπω leave behind

κινδυνεύω risk danger

κινδυνεύσωσιν ~ ἐκινδύνευσαν

Λακεδαιμόνιος –α –ον Spartan

ναυμαχία –ας ἡ naval battle

νῦν now

οἷοί τ’ + εἰμί = be able

ὄνειδος –ους τό disgrace

οὗπερ where

πάροδος –ου ἡ entrance

πεζός –ή –όν infantry

πενία –ας ἡ poverty

περιεστηκώς –υῖα –ός being as circumstances are

πλῆθος –ους τό crowd, number

πλοῦτος –ου ὁ wealth

πότερον whether, either

πρόγονος –ου ὁ ancestor

προκεῖμαι be in front of (someone)

στενότης –τητος ἡ narrowness

τριήρης –ους ἡ trireme (a type of battleship)

φυγή -ῆς ἡ escape, exile

φυλακή -ῆς ἡ guard

ψεύδω lie, cheat, deceive

χίλιοι –αι –α thousands

 

License

Icon for the Creative Commons Attribution 4.0 International License

Reading Passages: Classical by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.