="http://www.w3.org/2000/svg" viewBox="0 0 512 512">

61 Reading Passages: Biblical

Biblical Reading

 

To download this assignment as a pdf, click here: AGE Readings 19b.

In Jerusalem, the Apostles have been arrested for preaching in Jesus’ name. At the trial, a Pharisee lawyer sounds a note of caution about executing them, and gives examples of similar cases in the past:

36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς—μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, 40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν. 41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· 42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστόν, Ἰησοῦν.

Πράξεις Ἀποστόλων 5:36-42

 

ἀνῃρέθη < ἀναιρέω kill

ἀπογραφή –ῆς ἡ census

ἀφίστημι take away, draw away

ἀπόστητε (imperative) keep away from

ἀριθμός –οῦ ὁ number

ἀτιμάζω dishonor, disgrace, devalue

ἄφετε (imperative) < ἀφίημι

δείρας –ασα –αν after beating

διδάσκων –ουσα –ον teaching

διαλύω scatter

διασκορπίζω disperse

ἐὰν ~ εἰ

ἐπείσθησαν obeyed (+ dat.; intransitive use of passive form)

εὐαγγελιζόμενος –η –ον preaching

εὑρεθῆτε (passive imperative) < εὐρίσκω

ᾖ ~ ἐστι

θεομάχος –ου ὁ opponent of God

κἀκεῖνος = καὶ ἐκεῖνος

καταλύω* stop

καταξιόω count worthy

λέγων –ουσα –ον saying

μήποτε never

νῦν now

ὀπίσω behind (+ gen.)

ὅσος –η –ον all who

παραγγέλλω order

προσκαλεσάμενος –η –ον after calling for

προσκλίνω join

συνέδριον –ου τό council

τετρακοσίοι –αι –α four hundred

χαίρων –ουσα –ον rejoicing

ὡς w/ numbers = “about”

*καταλυθήσεται = κατα + λυ + θη + σ + εται = 3rd sg future indicative passive

 

License

Icon for the Creative Commons Attribution 4.0 International License

Reading Passages: Biblical by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.