="http://www.w3.org/2000/svg" viewBox="0 0 512 512">

47 Reading Passages: Biblical

Reading Passages

 

Assignment

1. Read the passages aloud in Greek.

2. Vocabulary and commentary is provided for each passage. For words that do not appear in the vocabulary, please use your dictionary.

3. Translate the passages. As you translate the sentences, pay careful attention to words that go together, such as prepositional phrases and relative clauses. Breaking the sentences up into logical units is oftentimes a better first approach than attempting to translate all the words in succession.

To download this assignment as a pdf, click here: AGE Readings 15.

 

Biblical Reading

After healing a man on the Sabbath, Jesus responds to criticism for doing so:

16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. 19 ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα.

κατὰ Ἰωάννην 5:16-23

 

ἄν marks a hypothetical situation

ἀπεκρίνατο (3rd sg imperfect indic) < ἀποκρίνομαι answer

ἀποκτεῖναι ~ ἀποκτείνειν

ἄρτι still

βλέπῃ ~ βλέπει

δέδωκεν (3rd sg indic act) < δίδωμι “has given”

ἐὰν ~ εί

ζῳοποιέω give life to, make alive

θαυμάζητε ~ θαυμάζετε

ἴδιος –ου ὁ one’s own (here: his own)

ἵνα so that

ἴσος –ου ὁ equal to

Ἰουδαῖος –ου ὁ Jewish

κἀγώ = καὶ ἐγώ

καθώς just as

μᾶλλον more

μεῖζον–οντος τό more, greater than

μόνον only

νεκρός –οῦ ὁ dead

ὁμοίως likewise

οὐδέ = οὐ + δέ

οὕτως this way

ποιῇ ~ ποιεῖ

ποιῶν –οῦντος ὁ making, doing

σάββατον –ου τό the Sabbath

φιλέω love

ὥσπερ ~ ὡς

License

Icon for the Creative Commons Attribution 4.0 International License

Reading Passages: Biblical by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.