="http://www.w3.org/2000/svg" viewBox="0 0 512 512">

38 Reading Passages: Biblical

Reading Passages

 

Assignment

1. Read the passages aloud in Greek.

2. Vocabulary and commentary is provided for each passage. For words that do not appear in the vocabulary, please use your dictionary.

3. Translate the passages. As you translate the sentences, pay careful attention to words that go together, such as prepositional phrases and relative clauses. Breaking the sentences up into logical units is oftentimes a better first approach than attempting to translate all the words in succession.

To download this assignment as a pdf, click here: AGE Readings 12b.

 

Biblical Reading

1. The synoptic versions of the parable of the cloth and wineskins.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;

15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.

16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.

17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

Κατὰ Μαθθαῖον 9.14-17

 

ἄγναφος –ου ὁ new

ἀμφότεροι –ων οἱ both

ἀπαρθῇ (3rd sg) is taken away

ἀσκός –οῦ ὁ wine-skin

εἶπεν (3rd sg) said

ἐκχέω flow out, spill out

ἐπιβάλλω put on, patch on

ἐπίβλημα –ματος τό piece, patch

ἡμεῖς (nom pl) we

ἱμάτιον -ου τό coat

Ἰωάννης –ου ὁ John

καινόν –οῦ τό new

λέγων –οντος ὁ saying

μαθητής –οῦ ὁ student

μήγε = intensive form of μή

νέον –ου τό new

νηστεύω fast

νυμφίος –ου ὁ groom

νυμφῶν -ῶνος ὁ wedding hall “son of the wedding hall” = “wedding guest”

οἶνος –ου ὁ wine

ὅσος –ου ὁ as much as

ὅταν ~ ὅτε

οὐδεὶς –ένος ὁ no one

παλαιόν –οῦ τό old, ancient

παλαιός –οῦ ὁ old, ancient

πενθέω be sad, be in pain

πλήρωμα –ματος τό patch of cloth

πολλά a lot

προσέρχομαι come/go to

ῥάκος –ους τό piece of cloth

ῥήγνυμι, ῥήξω rip, tear

σχίσμα –ματος τό tear, split

σου (gen sg) you

συντηρέω keep safe

τότε then

Φαρισαῖος -οῦ ὁ Pharisee

χεῖρον –οντος τό worse

 

2. The parable continues…

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;

19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν·

20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.

22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς—εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί— ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.

Κατὰ Μᾶρκον 2.18-22

 

ἄγναφος –ου ὁ new

ἀπαρθῇ (3rd sg) is taken away

ἀσκός –οῦ ὁ wine-skin

εἶπεν (3rd sg) said

ἐπίβλημα –ματος τό piece, patch

ἐπιράπτω sew on

ἦσαν (3rd pl) were

ἱμάτιον -ου τό coat

Ἰωάννης –ου ὁ John

καινόν –οῦ τό new

μαθητής –οῦ ὁ student

νέον –ου τό new

νηστεύων –οντος ὁ fasting

νηστεύω fast

νυμφίος –ου ὁ groom

νυμφῶν -ῶνος ὁ wedding hall “son of the wedding hall” = “wedding guest”

οἶνος –ου ὁ wine

ὅσος –ου ὁ as much as

ὅταν ~ ὅτε

οὐδεὶς –ένος ὁ no one

παλαιόν –οῦ τό old, ancient

παλαιός –οῦ ὁ old, ancient

πλήρωμα –ματος τό patch of cloth

ῥάκος –ους τό piece of cloth

ῥήγνυμι, ῥήξω rip, tear

σχίσμα –ματος τό tear, split

σοι (dat sg) you

τότε then

Φαρισαῖος -οῦ ὁ Pharisee

χεῖρον –οντος τό worse

License

Icon for the Creative Commons Attribution 4.0 International License

Reading Passages: Biblical by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.